Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.28.5 | Hdt. 2.29.6 (English) | >>Hdt. 2.30.4 |
2.29.4 οἰκέουσι δὲ τὰ ἀπὸ Ἐλεφαντίνης ἄνω Αἰθίοπες ἤδη καὶ τῆς νήσου τὸ ἥμισυ , τὸ δὲ ἥμισυ Αἰγύπτιοι . ἔχεται δὲ τῆς νήσου λίμνην μεγάλη , τὴν πέριξ νομάδες Αἰθίοπες νέμονται · τὴν διεκπλώσας ἐς τοῦ Νείλου τὸ ῥέεθρον ἥξεις , τὸ ἐς τὴν λίμνην ταύτην ἐκδιδοῖ .
2.29.5 καὶ ἔπειτα ἀποβὰς παρὰ τὸν ποταμὸν ὁδοιπορίην ποιήσεαι ἡμερέων τεσσεράκοντα · σκόπελοί τε γὰρ ἐν τῷ Νείλῳ ὀξέες ἀνέχουσι καὶ χοιράδες πολλαί εἰσι , διʼ ὧν οὐκ οἷά τε ἐστὶ πλέειν .
2.29.6 διεξελθὼν δὲ ἐν τῇσι τεσσεράκοντα ἡμέρῃσι τοῦτο τὸ χωρίον , αὖτις ἐς ἕτερον πλοῖον ἐσβὰς δυώδεκα ἡμέρας πλεύσεαι , καὶ ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην τῇ οὔνομα ἐστὶ Μερόη · λέγεται δὲ αὕτη ἡ πόλις εἶναι μητρόπολις τῶν ἄλλων Αἰθιόπων .
2.29.7 οἱ δʼ ἐν ταύτῃ Δία θεῶν καὶ Διόνυσον μούνους σέβονται , τούτους τε μεγάλως τιμῶσι , καί σφι μαντήιον Διὸς κατέστηκε · στρατεύονται δὲ ἐπεάν σφεας ὁ θεὸς οὗτος κελεύῃ διὰ θεσπισμάτων , καὶ τῇ ἂν κελεύῃ , ἐκεῖσε .
ch. 30
2.30.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.28.5 | Hdt. 2.29.6 (English) | >>Hdt. 2.30.4 |